enrich ru lives with Chetyi-Minei texts and track static data
This commit is contained in:
1 parent
69fd5b7460
commit
7dde2168d1
6512 files changed
+1448065
-5
No files matched your search
@@ -0,0 +1 @@
|
||||
[{"type":"COMMEMORATION"},{"type":"ROYALHOURS"},{"type":"IDIOMEL","tone":"5","header":"Ἦχος πλ. δ'<BR>Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων","author":"Σωφρονίου Πατριάρχου Ἱεροσολύμων","text":"Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν."},{"type":"VERSE","text":"Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος."},{"type":"IDIOMEL","tone":"3","header":"Ἦχος πλ. γ'","text":"Νῦν προφητικὴ πρόρρησις, πληρωθῆναι ἐπείγεται, μυστικῶς ἡ φάσκουσα· Καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ὑπάρχεις ἐλαχίστη ἐν τοῖς Ἡγεμόσι, προευτρεπίζουσα τὸ σπήλαιον· ἐκ σοῦ γὰρ μοι ἐξελεύσεται, ἡγούμενος τῶv Ἐθvῶν διὰ σαρκός, ἐκ Παρθένου Κόρης Χριστὸς ὁ Θεός, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ, τὸv νέοv Ἰσραήλ. Δῶμεν αὐτῷ ἅπαντες μεγαλωσύνην."},{"type":"VERSE","text":"Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου."},{"type":"IDIOMEL","tone":"8","header":"Ἦχος πλ. δ'","author":"","text":"Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθέvον· Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀπορῶ καὶ ἐξίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι! Λάθρα τοίνυν ἀπ' ἐμοῦ, γενοῦ ἐν τάχει. Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀντὶ τιμῆς αἰσχύνηv, ἀντ' εὐφροσύνης, τὴν λύπην, ἀντὶ τοῦ ἐπαινεῖσθαι, τὸν ψόγον μοι προσήγαγες. Οὐκ ἔτι φέρω λοιπόν, τὸ ὄνειδος ἀνθρώπων· ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ, ὡς ἄμεμπτον Κυρίου σὲ παρέλαβον· καὶ τὶ τὸ ὁρώμενον;"},{"type":"PROKIMENON","tone":"4","header":"Προκείμενον τῆς Προφητείας. Ἦχος δ'","text":"Κύριος εἶπε πρὸς με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε."},{"type":"VERSE","text":"Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι Ἔθνη τὴν κληρονομίαν σου."},{"type":"IDIOMEL","tone":"2","header":"Ἦχος πλ. β'","author":"","text":"Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ τοῖς ἀνθρώποις συναναστραφείς. Φάτνῃ πενιχρᾷ Υἱὸς μονογενής, κείμενος ὁρᾶται βροτός· καὶ σπαργάνοις πλέκεται, ὁ τῆς δόξης Κύριος, καὶ Μάγους ἀστὴρ μηνύει, εἰς αὐτοῦ προσκύνησιν, καὶ ἡμεῖς μελῳδοῦμεν·Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἠμών."},{"type":"IDIOMEL","tone":"3","header":"Ἦχος πλ. γ'","text":"Πρὸ τῆς Γεννήσεως τῆς σῆς, τρόμῳ ὁρῶσαι τὸ μυστήριον Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ὡς γὰρ βρέφος νηπιάσαι ηὐδόκησας, ὁ τὸν πόλον κοσμήσας τοῖς ἀστράσι· καὶ φάτνῃ τὼν ἀλόγων ἀνακέκλισαι, ὁ δρακὶ συνέχων πάντα γῆς τὰ πέρατα· τοιαύτῃ γὰρ οἰκονομίᾳ, ἐγνώσθη σου ἡ εὐσπλαγχνία. Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι."},{"type":"IDIOMEL","tone":"3","header":"Ἦχος γ'","author":"","text":"Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τὼν ἁγίων ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγὼ φησι, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πLine truncated
|
||||
Reference in new issue
Block a user