1 line
12 KiB
JSON
1 line
12 KiB
JSON
[{"type":"COMMEMORATION"},{"type":"ROYALHOURS"},{"type":"IDIOMEL","tone":"5","header":"Ἦχος πλ. δ'<BR>Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων","author":"Σωφρονίου Πατριάρχου Ἱεροσολύμων","text":"Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν."},{"type":"VERSE","text":"Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος."},{"type":"IDIOMEL","tone":"3","header":"Ἦχος πλ. γ'","text":"Νῦν προφητικὴ πρόρρησις, πληρωθῆναι ἐπείγεται, μυστικῶς ἡ φάσκουσα· Καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ὑπάρχεις ἐλαχίστη ἐν τοῖς Ἡγεμόσι, προευτρεπίζουσα τὸ σπήλαιον· ἐκ σοῦ γὰρ μοι ἐξελεύσεται, ἡγούμενος τῶv Ἐθvῶν διὰ σαρκός, ἐκ Παρθένου Κόρης Χριστὸς ὁ Θεός, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ, τὸv νέοv Ἰσραήλ. Δῶμεν αὐτῷ ἅπαντες μεγαλωσύνην."},{"type":"VERSE","text":"Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου."},{"type":"IDIOMEL","tone":"8","header":"Ἦχος πλ. δ'","author":"","text":"Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθέvον· Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀπορῶ καὶ ἐξίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι! Λάθρα τοίνυν ἀπ' ἐμοῦ, γενοῦ ἐν τάχει. Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀντὶ τιμῆς αἰσχύνηv, ἀντ' εὐφροσύνης, τὴν λύπην, ἀντὶ τοῦ ἐπαινεῖσθαι, τὸν ψόγον μοι προσήγαγες. Οὐκ ἔτι φέρω λοιπόν, τὸ ὄνειδος ἀνθρώπων· ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ, ὡς ἄμεμπτον Κυρίου σὲ παρέλαβον· καὶ τὶ τὸ ὁρώμενον;"},{"type":"PROKIMENON","tone":"4","header":"Προκείμενον τῆς Προφητείας. Ἦχος δ'","text":"Κύριος εἶπε πρὸς με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε."},{"type":"VERSE","text":"Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι Ἔθνη τὴν κληρονομίαν σου."},{"type":"IDIOMEL","tone":"2","header":"Ἦχος πλ. β'","author":"","text":"Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ τοῖς ἀνθρώποις συναναστραφείς. Φάτνῃ πενιχρᾷ Υἱὸς μονογενής, κείμενος ὁρᾶται βροτός· καὶ σπαργάνοις πλέκεται, ὁ τῆς δόξης Κύριος, καὶ Μάγους ἀστὴρ μηνύει, εἰς αὐτοῦ προσκύνησιν, καὶ ἡμεῖς μελῳδοῦμεν·Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἠμών."},{"type":"IDIOMEL","tone":"3","header":"Ἦχος πλ. γ'","text":"Πρὸ τῆς Γεννήσεως τῆς σῆς, τρόμῳ ὁρῶσαι τὸ μυστήριον Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ὡς γὰρ βρέφος νηπιάσαι ηὐδόκησας, ὁ τὸν πόλον κοσμήσας τοῖς ἀστράσι· καὶ φάτνῃ τὼν ἀλόγων ἀνακέκλισαι, ὁ δρακὶ συνέχων πάντα γῆς τὰ πέρατα· τοιαύτῃ γὰρ οἰκονομίᾳ, ἐγνώσθη σου ἡ εὐσπλαγχνία. Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι."},{"type":"IDIOMEL","tone":"3","header":"Ἦχος γ'","author":"","text":"Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τὼν ἁγίων ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγὼ φησι, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει ἡ Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Κύριε, δόξα σοι."},{"type":"PROKIMENON","tone":"4","header":"Προκείμενον τῆς Προφητείας. Ἦχος δ'","text":"Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν."},{"type":"VERSE","text":"Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ."},{"type":"IDIOMEL","tone":"2","header":"Ἦχος α'","author":"","text":"Δεῦτε πιστοὶ ἐπαρθῶμεν ἐνθέως, καὶ κατίδωμεν συγκατάβασιν θεϊκὴν ἄνωθεν, ἐν Βηθλεὲμ πρὸς ἡμᾶς ἐμφανῶς· καὶ νοῦν καθαρθέντες, τῷ βίῳ προσενέγκωμεν, ἀρετάς ἀντὶ μύρου, προευτρεπίζοντες πιστῶς, τῶν Γενεθλίων τὰς εἰσόδους, ἐπὶ τῶν ψυχικῶν θησαυρισμάτων, κράζοντες· Ἐν ὑψίστοις δόξα, Θεῷ τῷ ἐν Τριάδι, δι' οὗ ἐν ἀνθρώποις εὐδοκία ἐπεφάνη, τὸν Ἀδὰμ ἐκλυτρώσασθαι, τῆς ἀρχεγόνου ἀρᾶς ὡς Φιλάνθρωπος."},{"type":"IDIOMEL","tone":"4","header":"Ἦχος δ'","text":"Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· σαλευθήτω τὰ θεμέλια, ἐπιλαβέτω τρόμος τὰ καταχθόνια· ὅτι ὁ Θεός τε καὶ Κτίστης, σαρκὸς εἰσέδυ πλάσιν· καὶ ὁ κραταιᾷ κτίσας χειρὶ τὴν κτίσιν, σπλάγχνον ὁρᾶται πλάσματος. Ὢ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, θαῦμα πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεέμ, ἐγκυμονοῦσα Κόρη παραγίνεται, τοῦ γεννῆσαι τὸν Κύριον· χοροὶ δέ, Ἀγγέλων προτρέχουσι. Καὶ ταῦτα βλέπων ἐβόα, Ἰωσὴφ ὁ Μνήστωρ· Τὶ τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε; καὶ πῶς μέλλεις λοχεῦσαι, ἡ ἀπειρόζυγος Δάμαλις;"},{"type":"PROKIMENON","tone":"4","header":"Προκείμενον τῆς Προφητείας. Ἦχος πλ. δ'","text":"Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε."},{"type":"VERSE","text":"Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Κάθου ἐκ δεξιῶν μου."},{"type":"IDIOMEL","tone":"","header":"Ἦχος βαρὺς","author":"","text":"Ἐξεπλήττετο ὁ Ἡρῴδης, ὁρῶν τῶν Μάγων τὴν εὐσέβειαν, καὶ τῷ θυμῷ νικώμενος, τοῦ ἔτους ἠκριβολόγει τὸ διάστημα. Μητέρες ἠτεκνοῦντο, καὶ ἡ ἄωρος ἡλικία τών βρεφῶν, πικρῶς κατεθερίζετο· μαζοὶ ἐξηραίνοντο, καὶ πόροι γάλακτος συνεστέλλοντο. Μέγα ἦν τὸ δεινόν! διὸ εὐσεβῶς πιστοὶ συνελθόντες, προσκυνήσωμεν τοῦ Χριστοῦ τὴν γέννησιν."},{"type":"IDIOMEL","tone":"2","header":"Ἦχος β'","text":"Ὅτε Ἰωσήφ, Παρθένε, λύπῃ ἐτιτρώσκετο, πρὸς Βηθλεὲμ ἀπαίρων, ἐβόας πρὸς αὐτόν· Τί ὁρῶν με ἔγκυον, στυγνάζεις καὶ ταράσσεσαι, ἀγνoῶν ὅλως, τὸ ἐν ἐμοὶ φρικτόν μυστήριον; Λοιπὸν ἀπόθου φόβον ἅπαντα, τὸ παράδοξον ἐννοῶν· Θεὸς κάτεισι γὰρ ἐπὶ γῆς δι' ἔλεον, ἐν τῇ ἐμῇ μήτρᾳ νῦν, καὶ σάρκα προσελάβετο· ὅνπερ τικτόμενoν, ὄψει ὡς ηὐδόκησε· καὶ τῆς χαρᾶς πλησθείς, προσκυνήσεις ὡς Κτίστην σου, ὃν Ἄγγελοι ὑμνοῦσιν ἀπαύστως, καὶ δοξάζουσι, σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ' ἀρχάς."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια."},{"type":"PROKIMENON","tone":"4","header":"Προκείμενον τῆς Προφητείας. Ἦχος δ'","text":"Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος, ἐγεννήθη ἐν αὐτῇ."},{"type":"VERSE","text":"Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις."}] |