1 line
11 KiB
JSON
1 line
11 KiB
JSON
[{"type":"COMMEMORATION"},{"type":"ROYALHOURS"},{"type":"IDIOMEL","tone":"5","header":"Ἦχος πλ. δ'<BR>Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων","author":"Σωφρονίου Πατριάρχου Ἱεροσολύμων","text":"Σήμερον τῶν ὑδάτων ἁγιάζεται ἡ φύσις· καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον."},{"type":"VERSE","text":"Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ."},{"type":"IDIOMEL","tone":"3","header":"Ἦχος πλ. γ'","text":"Ὡς ἄνθρωπος ἐν ποταμῷ ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν φιλάνθρωπε."},{"type":"VERSE","text":"Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν."},{"type":"IDIOMEL","tone":"8","header":"Ἦχος πλ. δ'","author":"","text":"Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· Πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει ὁ δοῦλος τὸν Δεσπότην; Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν."},{"type":"PROKIMENON","tone":"4","header":"Προκείμενον τῆς Προφητείας. Ἦχος δ'","text":"Ἑβρόντησε Κύριος ἐπὶ ὑδάτων πολλῶν."},{"type":"VERSE","text":"Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου."},{"type":"IDIOMEL","tone":"4","header":"Ἦχος πλ. δ'","author":"","text":"Ἡ τοῦ Προδρόμου καὶ Βαπτιστοῦ, τοῦ Προφήτου, καὶ ὑπὲρ πάντας τιμηθέντος τοὺς Προφήτας, ἐτρόμαξε νῦν χεὶρ δεξιά, ὅτε ἐθεάσατό σε τὸν Ἀμνὸν τοῦ Θεοῦ, τόν καθαίροντα κόσμου ἁμαρτήματα, καὶ ἀγωνίᾳ συσχεθεὶς ἐβόα· Οὐ τολμῶ προσψαῦσαι Λόγε τῆς κορυφῆς σου· αὐτὸς ἁγίασόν με, καὶ φώτισον οἰκτίρμον· αὐτὸς γὰρ εἶ ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ κόσμου."},{"type":"IDIOMEL","tone":"4","header":"Ἦχος δ'","text":"Ἡ Τριὰς ὁ Θεὸς ἡμῶν, ἑαυτὴν ἡμῖν σήμερον, ἀδιαιρέτως πεφανέρωκεν· ὁ μὲν γὰρ Πατήρ, ἐναργῆ μαρτυρίαν τῷ συγγενεῖ ἐπεφώνησε, τὸ Πνεῦμα περιστερᾶς ἐν εἰκόνι κατέπτη οὐρανόθεν· ὁ Υἱὸς τὴν ἄχραντον κορυφὴν τῷ Προδρόμῳ ὑπέκλινε, καὶ βαπτισθείς, τὸ ἀνθρώπινον ἐκ δουλείας ἐρρύσατο, ὡς φιλάνθρωπος."},{"type":"IDIOMEL","tone":"8","header":"Ἦχος πλ. α’","author":"","text":"Ἐρχόμενος μετὰ σαρκός, πρὸς Ἰορδάνην Κύριε, βαπτισθῆναι θέλων, ἐν σχήματι ἀνθρώπου ζωοδότα, ἵνα τοὺς πλανηθέντας ἡμᾶς ὡς εὔσπλαγχνος, πάσης μηχανῆς καὶ παγίδος τοῦ δράκοντος, ῥυσάμενος φωτίσῃς, ἐκ Πατρὸς μεμαρτύρησαι, τὸ δὲ θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει σοι ἐπέστη. Ἀλλ᾽ οἴκισον ψυχαῖς ἡμετέραις σαυτόν, φιλάνθρωπε."},{"type":"PROKIMENON","tone":"4","header":"Προκείμενον τῆς Προφητείας. Ἦχος δ'","text":"Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν."},{"type":"VERSE","text":"Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων."},{"type":"IDIOMEL","tone":"2","header":"Ἦχος α'","author":"","text":"Τάδε λέγει Κύριος πρός, Ἰωάννην. Προφῆτα δεῦρο βάπτισόν με, τὸν δημιουργήσαντα· τὸν φωτίζοντα χάριτι, καὶ καθαίροντα ἅπαντας, ἅψαι θείας κορυφῆς μου, καὶ μὴ διστάσῃς. Προφῆτα, ἄφες ἄρτι· καὶ γὰρ πληρῶσαι παραγέγονα, δικαιοσύνην πᾶσαν. Σὺ οὖν μὴ διστάσῃς ὅλως· καὶ γὰρ τὸν κεκρυμμένον τοῖς ὕδασι πολέμιον, τόν ἄρχοντα τοῦ σκότους, ἐπείγομαι ὀλέσαι· λυτρούμενος τὸν κόσμον, ἐκ τῶν αὐτοῦ παγίδων νῦν, παρέχων ὡς φιλάνθρωπος, ζωὴν τὴν αἰώνιον."},{"type":"IDIOMEL","tone":"7","header":"Ἦχος πλ. β᾽","text":"Σήμερον ἡ ψαλμικὴ Προφητεία, πέρας λαβεῖν ἐπείγεται· ἡ θάλασσα γὰρ φησιν, εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ, ἐλθόντος ὑπὸ δούλου δέξασθαι Βάπτισμα· ἵνα ἡμεῖς, εἰδωλικῆς ἀκαθαρσίας ἐκπλυθέντες, φωτισθῶμεν τὰς ψυχὰς δι᾽ αὐτοῦ."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Τὶ ἀναχαιτίζεις σου τὰ ὕδατα ὦ Ἰορδάνη; τὶ ἀναποδίζεις τὸ ῥεῖθρον, καὶ οὐ προβαίνεις τὴν κατὰ φύσιν πορείαν. Οὐ δύναμαι φέρειν, φησί, πῦρ καταναλίσκον· ἐξίσταμαι, καὶ φρίττω τὴν ἄκραν συγκατάβασιν· ὅτι οὐκ εἴωθα τὸν καθαρὸν ἀποπλύνειν, οὐκ ἔμαθον τὸν ἀναμάρτητον ἀποσμήχειν, ἀλλὰ τὰ ῥερυπωμένα σκεύη ἐκκαθαίρειν. Ἀκάνθας φλέγειν με ἁμαρτημάτων διδάσκει, ὁ ἐν ἐμοὶ βαπτιζόμενος Χριστός· ὁ Ἰωάννης συμμαρτυρεῖ μοι· ἡ Φωνὴ τοῦ Λόγου βοᾷ· ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτῷ πιστοὶ βοήσωμεν· ὁ ἐπιφανεὶς Θεός, εἰς τὴν ἡμῶν σωτηρίαν, δόξα σοι."},{"type":"PROKIMENON","tone":"4","header":"Προκείμενον τῆς Προφητείας. Ἦχος πλ. δ'","text":"Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων."},{"type":"VERSE","text":"Ενέγκατε τω Κυρίω υιοί Θεού, ενέγκατε τω Κυρίω δόξαν και τιμήν."},{"type":"IDIOMEL","tone":"","header":"Ἦχος βαρὺς","author":"","text":"Θάμβος ἦν κατιδεῖν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, ἐν ποταμῷ γυμνωθέντα, Βάπτισμα ὑπὸ δούλου, εἰς ἡμῶν σωτηρίαν, δεχόμενον ὡς δοῦλον, καὶ χοροὶ Ἀγγέλων ἐξεπλήττοντο, φόβῳ καὶ χαρᾷ. Μεθ᾽ ὧν προσκυνοῦμέν σε, σῶσον ἡμᾶς Κύριε."},{"type":"IDIOMEL","tone":"2","header":"Ἦχος β'","text":"Ὅτε πρὸς αὐτὸν ἐρχόμενον ὁ Πρόδρομος, τὸν Κύριον τῆς δόξης, ἐβόα θεωρῶν· ἴδε, ὁ λυτρούμενος τὸν κόσμον παραγέγονεν ἐκ φθορᾶς· ἴδε, ῥύεται ἡμᾶς ἐκ θλίψεως· ἰδού, ὁ ἁμαρτημάτων ἄφεσιν χαριζόμενος, ἐπὶ γῆς ἐκ Παρθένου Ἁγνῆς ἐλήλυθε δι᾽ ἔλεον, καὶ ἀντὶ δούλων, υἱοὺς Θεοῦ ἐργάζεται, ἀντὶ δὲ σκότους φωτίζει τὸ ἀνθρώπινον, διὰ τοῦ ὕδατος τοῦ θείου Βαπτισμοῦ αὐτοῦ. Λοιπὸν δεῦτε συμφώνως αὐτὸν δοξολογήσωμεν, σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου"},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"μεθ᾽ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας, ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά, ὡς παρρησίαν ἔχων πολλήν· καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ᾽ αὐτοῦ μεμαρτύρησαι. Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας, ὡς ἐν εἴδει περιστερᾶς κατελθόν, ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος."},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"Καὶ δεῦρο στῆθι μεθ᾽ ἡμῶν (ἐκ γ´)"},{"type":"IDIOMEL","tone":"1","header":"Ἦχος πλ. α'","author":"","text":"ἐπισφραγίζων τὸν ὕμνον, καὶ προεξάρχων τῆς πανηγύρεως."},{"type":"PROKIMENON","tone":"3","header":"Προκείμενον τῆς Προφητείας. Ἦχος γ'","text":"Κύριος φωτισμός μου και Σωτήρ μου."},{"type":"VERSE","text":"Κύριος υπερασπιστής της ζωής μου."}] |